Ancient Greek · ~2 min
ΠΕΡΙ ΑΠΟΔΕΙΞΕΩΣ.
Rufus Soph., Ars rhetorica 28
Not analysed yet
κη΄. Τὰ δὲ ἐκ τῶν πραγμάτων ἀπὸ οὐσίας καὶ ἰδιότητος. οὐσία δὲ τὸ κοινῶς καὶ γενικῶς θεωρούμενον, οἷον τί φόνος; τί ἱεροσυλία; τί μοιχεία; οὐσία δὲ καὶ τὰ θετικά, οἷον τί φύσει καλόν; ἡ εἰρήνη· τί φύσει φαῦλον; ὁ πόλεμος. ἰδιότης δὲ ὅταν τὸ ἴδιον τοῦ ὑποκειμένου πράγματος θεωρῶμεν, ἐκ μὲν τοῦ κατηγόρου, κατὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἐκ δὲ τοῦ φεύγοντος, κατὰ τὰς εὐλόγους αἰτίας. συνεστᾶσι δὲ αἱ ὑποθέσεις ἐξ αἰτίου καὶ συνέχοντος καὶ κρινομιένου. αἴτιον μὲν οὖν διʼ ὃ ἡ κατηγορία, συνέχον δὲ διʼ ὃ ἡ ἀπολογία, τὸ δὲ κρινόμενον τοῖς δικασταῖς καταλείπεται.