Ancient Greek · ~1 min
Dfhg-Source dfhg3_SATYRUS
SATYRUS, Fragmenta 19
Not analysed yet
Κατηγοροῦντος γοῦν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον, ὡς διαφθειρούσης τοὺς νέους, ὥς φησι Σάτυρος ἐν τοῖς Βίοις, ὑποτυχοῦσα ἡ Γλυκέρα, «Τὴν αὐτὴν, ἔφη, ἔχομεν αἰτίαν, ὦ Στίλπων. Σέ τε γὰρ λέγουσι διαφθείρειν τοὺς ἐντυγχάνοντάς σοι, ἀνωφελῆ καὶ ἐρωτικὰ σοφίσματα διδάσκοντα, ἐμέ τε ὡσαύτως. Μηδὲν οὖν διαφέρειν ἐπιτριβομένοις καὶ κακῶς πάσχουσιν ἢ μετὰ φιλοσόφου ζῆν, ἢ ἑταίρας.»