Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1062
Not analysed yet
1062. οὐ δῆτα πάντως: ὑφὲν ἀναγνωστέον. καὶ περιττεύει ἡ μία ἄρνησις. οὐ δῆτα: ἀντὶ τοῦ οὐδαμῶς, εἰ λύσω τὸν ὅρκον, ἐγχωρεῖ μὴ πεῖσαί με, καὶ μάτην λύσω τὸν ὅρκον, ὃν ὤμοσα τῇ τροφῷ μηδὲν εἰπεῖν. Ἄλλως. πολλάκις, φησὶν, ἂν εἴπω, οὐ πείθω τι καὶ τοὺς ὅρκους παραβαίνω. A. B. I. Ἄλλως. οὐκ ἄν ποτε πείσω τοὺς περὶ Θησέα, οὕς με δεῖ πεῖσαι, κἂν ἀποκαλύψω τὸν ἔρωτα τῆς Φαίδρας, ὥστε μάτην ἂν συγχέαιμι τοὺς ὅρκους, οὓς πρὸς τὴν τροφὸν τῆς Φαίδρας ἐποιησάμην. A.