Ancient Greek
250 to 252
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 250-252
Not analysed yet
250. κρύπτω, τὸ δ᾿ ἐμόν: ἐγὼ μὲν, φησὶ, τὴν σὴν κεφαλὴν αἰδουμένη ἐπὶ τοῖς εἰρημένοις σκεπάζω· πότε δὲ καὶ τὸ ἐμὸν σῶμα, ὀδυνηρῶς ἔχον πρὸς βίον, ὁ θάνατος κρύψει; 252. πολλὰ διδάσκει: οὐ γὰρ μόνη ἡ σοφία διδάσκει, ἀλλὰ καὶ ὁ πολὺς καὶ ὁ μακρὸς χρόνος καὶ ἡ πολυπειρία τῶν πραγμάτων.