Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 253
Not analysed yet
253. χρῆν γὰρ μετρίας: ἔδει, φησὶ, τοὺς ἀνθρώπους μεμετρημένως φιλεῖν καὶ μὴ εἰς ἄκρον ἐξέρχεσθαι τοῦ στέργειν, ἀλλ᾿ ὥστε εὐκόλως ἐκβάλλειν τὸ τῆς ὀρέξεως φίλτρον καὶ πάλιν ἐπαυξῆσαι, ὥστε ποτὲ μὲν ἐλαττοῦν, ποτὲ δὲ αὔξειν τὰ τῆς ψυχῆς φίλτρα. οἱ γὰρ ἄγαν στέργοντες διπλασίως κάμνουσιν, ὑπέρ τε τῆς ἑαυτῶν σωτηρίας καὶ τῆς τῶν φίλων φροντίζοντες. A. B. M. I. ἐρχῆν οὖν, φησὶ. τοὺς ἀνθρώπους συμμέτρως ἀλλήλους φιλεῖν καὶ μὴ ἄγαν, ὥστε καὶ τὸ σῶμα κατατήκειν, καὶ μὴ δυνατὸν λύεσθαι τὴν φιλίαν. B. I. Fl. 6.