Ancient Greek · ~2 min
255 to 258
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 255-258
Not analysed yet
255. μυελὸν ψυχῆς: τὸν ἐσώτατον τόπον. τροπικῶς δὲ εἶπεν, ὡς ἐπὶ σώματος καὶ ὀστέου, τὸ βάθος τῆς ψυχῆς. παραινεῖ δὲ μὴ πρὸς ἄκρον ποιεῖσθαι τὰς φιλίας, ἵνα καὶ πρὸς ἀπόστασιν εὐλύτως ἔχωμεν. στέργηθρα δὲ τὰς φιλίας, τὰς ἀγάπας. 257. ἀπό τ᾿ ὤσασθαι: τὴν ἀπό πρὸς τὸ ὤσασθαι. A. δυνασθαι. B. 258. τὸ δ᾿ ὑπὲρ δισσῶν: χαλεπόν ἐστι, φησὶ, τὸ μίαν ψυχὴν λυπεῖσθαι ὑπὲρ δύο. A. B.