Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 750
Not analysed yet
750. ἵν᾿ ὀλβιόδωρος αὔξει πρὸς τῷ πυρίνῳ κύκλῳ καὶ τῇ τοῦ πυρός. ἑτέραν γὰρ ἐμύθευσαν εἶναι γῆν, ἐν πλεῖστα καὶ θαυμαστὰ φύονται· ἐν ταύτῃ γὰρ τὸ Ἠλύσιον πεδίον καὶ τῶν Φαιάκων τὴν γῆν ἐμύθευσαν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμασίας καὶ τοῦ ἐπικειμένου πυρὸς τρίτον τοῦ ἐνιαυτοῦ συμβαίνει τὰ κάρπιμα φύεσθαι καὶ τὸ νέκταρ. φησὶ γοῦν κρήνας μὲν ἀμβροσίας τὰς τοῦ νέκταρος, εὐδαιμονίαν δὲ τὴν ἀμβροσίαν καὶ ἀφθαρσίαν.