Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 125
Not analysed yet
352. τὸ λάθρη ἀμφοτέροις δύναται προσδίδοσθαι· τὸ δὲ ἐξῆς ἐστὶν, Ἀργείους δʼ ὀρόθυνε Τρωσὶ δαμναμένους. τὸ δὲ ἤχθετο γάρ ῥα διὰ μέσου. εἰ μὲν γὰρ συνάπτομεν, ἤχθετο γάρ ῥα Τρωσὶ δαμναμένους, σολοικοφανὴς μὲν γίνεται ἡ φράσις, ἀρχαῖον δέ μοι δοκεῖ τὸ σχῆμα εἶναι. καὶ ἀλλαχοῦ “καί ποτέ τις εἴποι, πατρὸς δʼ ὅγε πολλὸν ἀμείνων ἐκ πολέμου ἀνιόντα” (Π. 6, 479)· τὴν γὰρ ἔλλειψιν τοῦ ὁρῶν οὐ παραδεχόμεθα.