Ancient Greek
14.Part a to 14.Part d
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 14.Part a-Part d
Not analysed yet
a. δέξαι: τοῦτον τὸν κῶμον καὶ ὕμνον δέξαι ὄντα Ὀλυμπιονίκην· ἐπειδὴ εἰς τὸν νικήσαντα λέγεται. δέξαι δὲ ἡδέως καὶ κεχαρμένως. b. δέξαι Χαρίτων θ᾿ ἕκατι τόνδε κῶμον: ἀντὶ τοῦ κεχαριτωμένον. c. ὁ δὲ τέ σύνδεσμος περισσός· ἔστι γὰρ τὸ ἑξῆς· ἀλλὰ Κρόνου παῖ, δέξαι Χαρίτων ἕκατι τόνδε κῶμον ἐπὶ τῇ Ὀλυμπικῇ νίκῃ γεγραμμένον, ὅστις ἐστὶ τῆς τῶν νικησάντων ἀρετῆς χρονιώτατον φάος· σβέννυται γὰρ τὰ καλὰ ἔργα, μὴ ἔχοντα ποιητικὴν φωνὴν |μάρτυρα. d. τὸ δ᾿ ἑξῆς· Χαρίτων τ᾿ εὐρυσθενέων ἕκατι.