Ancient Greek
Scholia in Olympionicarum carmen IV., Line 14
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 14.Part e
Not analysed yet
e. ἄλλως· τόνδε κῶμον: τοῦτον τὸν κῶμον δέξαι καὶ ὕμνον ὄντα Ὀλυμπιόνικον, ἐπειδὴ εἰς τὸν νικήσαντα λέγεται· |δέξαι δὲ ἡδέως καὶ κεχαρισμένως ὡς ἐσόμενον φῶς πολυχρόνιον τῶν εὐρυσθενῶν, οἱονεὶ τῶν νικησάντων μετὰ ἀνδρείας καὶ ἐναρέτων γενομένων. ἐκ γὰρ τῶν ὀχημάτων τοῦ Ψαύμιδος ἦλθεν ὁ ὕμνος, ὅστις Ψαῦμις τῷ κοτίνῳ τῷ ἐν τῇ Πίσῃ στεφθεὶς δόξαν τῇ ἑαυτοῦ πατρίδι σπεύδει περιθεῖναι.