Ancient Greek · ~2 min
92 to 98
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 92-98
Not analysed yet
92 κέρδη μὲν οἰκήσαντα: ὁ ποιητὴς χαριζόμενος Ἀθηναίοις τοῦτό φησιν· ἐδόκουν γὰρ τότε Βοιωτοὶ καὶ Ἀθηναῖοι πρὸς ἀλλήλους διαφέρεσθαι. 95 ταῦτα ἐπὶ τέλους τοῦ δράματος γίνονται. 97 οὐκ ἔσθʼ ὅπως οὐ πιστόν: οἷον κατὰ διάνοιαν, φησίν, ἐξ ὑμῶν τῶν θεῶν εἰς τὸν τόπον ἀφῖγμαι. οἰωνός. τὴν πτέρωσιν τῆς διανοίας. 98 οὐ γὰρ ἄν ποτε πρώταισιν; οὐ γάρ ποτε, φησί, τῶν ἄλλων ὁδοιπόρων πρώτως ὑμῖν ἀντέσχον εἰ μὴ ἐβούλεσθε.