Ancient Greek
1058 to 1098
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1058-2-1098
Not analysed yet
1058 κοὐ ταῦτα λόγχη πεδιάς: ἡ ἐν τῷ πεδίῳ βαλλομένη· ἢ ἐπεὶ ἐν τῷ Θεσσαλικῷ πεδίῳ ἐμαχέσατο πρὸς Κενταύρους. λόγχη πεδιάς: ἡ ἐν πεζομαχίᾳ· θέλει γὰρ εἰπεῖν ὅτι οὔτε παραταττόμενος οἷον πρὸς Λαομέδοντα οὔτε πρὸς Αὐγέαν ἢ Κενταύρους. 1059 θήρειος βία: λέοντος, ὕδρας, Κερβέρου καὶ τῶν λοιπῶν. 1060 κακόγλωσσος, βάρβαρος ἢ ἀλλόγλωσσος. 1062 φύσιν̣: λείπει ἔχουσα. 1064 παῖ: ὦ Ὕλλε, δεῖξον τοῖς ἔργοις ὅτι ἀληθῶς ἐξ ρακλέους Ἡχεις τὸ γένος καὶ μή μου προκρίνῃς τὴν Δηιάνειραν ἀλλὰ ταῖς σαῖς χερσὶ τῆς οἰκίας αὐτὴν ἔξαγε καὶ παράδος μοι· ταῦτα δὲ ἀγνοῶν ὅτι τέθνηκεν. 1067 ὡς εἰδῶ σάφα: ἵνα μάθω πότερον ὑπὲρ ἐμοῦ νοσοῦντος λυπῇ ἢ ὅταν ἴδῃς τὸ σῶμα τῆς Δηιανείρας παῤ ἐμοῦ βλαπτόμενον καὶ δικαίως καταπονούμενον. 1071 ὅστις ὥστε παρθένος: Ὅμηρος ἠύτε κούρη νηπίη ἥ θʼ ἄμα μητρὶ κλαίουσ᾿ ἀνελέσθαι ἀνώγει. 1072 ἀναβοῶ. 1074 αἰὲν εἱπόμην ὑπέφερον πᾶν κακόν. 1075 νῦν δʼ ἐκ τοιούτου: ἐξ ἰσχυροῦ γέγονα ἀσθενής· ἢ ὑπὸ τοιούτου κακοῦ. 1077 σκόπει. 1079 ὁ λόγος πρὸς τοὺς περιεστῶτας. 1081 ὀδυνώμενος ἀναβοᾷ. 1082 ἔθαλψεν ἄτης: πάλιν ἐξεπύρωσέν με ὁ τῆς νόσου σπασμός. 1083 οὐδʼ ἀγύμναστόν μ᾿ ἐᾶν ἔοικεν: ὀδύνης ἀπείραστον, ἄνετον ὀδυνῶν ἀντὶ τοῦ οὐκ ἐνδίδωσί μοι. 1086 Διὸς ἀκτίς, κεραυνέ, εἴθε με λάβοις. 1087 ἐγκατάσκηψον τόξευσον κατʼ ἐμοῦ τὸν κεραυνόν. 1088 ἐσθίει με ἡ νόσος. 1089 ἤνθηκεν, ἐξώρμηκεν: ἥκμασεν, ἀνεκάχλασεν καὶ ἐξεγήγερται. 1090 νῶτα καὶ στέρνα: ἀφορῶν εἰς ἕν ἕκαστον μέλος δυσφορεῖ ὅτι ἀφʼ οἴου οἷον γένονεν αὐτοῦ τὸ σῶμα. 1091 ὑμεῖς ἐκεῖνοι; ἆρα ὑμεῖς ἐστε αἱ τὸν Νεμεαῖον χειρωσάμεναι λέοντα, τὸν τὴν Νεμέαν λυμαινόμενον; 1093 λέοντ᾿, ἄπλατον: ἀπρόσιτον. ἀναγόρευτον, ἀδιήγητον ἢ φαῦλον καὶ μεμισημένον, ὅν οὐκ ἄν τις προσφθέγξαιτο. ἀδιήγητον. 1095 διφυῆ τ᾿ τὸν τῶν Κενταύρων ἀπροσπέλαστον, οὐκ ἦν συμμῖξαι καὶ συμβαλεῖν. 1096 ὑπείροχον βίαν: ὑπερέχοντα κατὰ τὴν δύναμιν· ὑβριστὴν δὲ μάχιμον, ὠμόν, οὐ σώφρονα· διὰ τὸν Νέσσον καὶ τὸν Πειρίθου γάμον. 1098 τρίκρανον: Ἡσίοδος πεντηκοντακέφαλον οὐτόν φησιν εἶναι, οὗτος δὲ τρίκρανον. τὸν Κέρβερον.