Ancient Greek
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 126-2
Not analysed yet
126 δυσχείρωμα δράκοντι: ἀπὸ τοῦ δράκοντος τοὺς Θηβαίους δηλοῖ ἐπεὶ δρακοντογενεῖς εἰσιν· ὁ δὲ λόγος, τοιοῦτος πάταγος Ἄρεως περὶ τὰ νῶτα τοῦ ἀετοῦ ἐτάθη (τουτέστι δραπετεύειν καὶ νῶτα αὐτὸν διδόναι πεποίηκεν) ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὃς ἐποίησεν αὐτόν, τὸν δράκοντα, δυσχερῶς χειρωθῆναι· πολέμιον δὲ ζῷόν ἐστιν ὁ δράκων πρὸς τὸν ἀετὸν ὥς φησι Νίκανδρος· τὸ δὲ ἀντιπάλῳ δράκοντι ἀντὶ τοῦ ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὡς Ἀχιλῆι δαμασθείς· ἢ οὕτω, τῷ ἀντιπάλῳ δράκοντι τοσαύτη μάχη συνετάθη ἣ ἐποίησεν αὐτὸν μὴ δύνασθαι ἡμᾶς χειρώσασθαι ἵνα δράκοντα λέγῃ τὸν τῶν Ἀργείων στρατὸν ὡς θανατηφόρον ἢ τὸν Πολυνείκη ὡς καὶ αὐτὸν Θηβαῖον ὄντα. ἐγεγόνει ὁ δράκων ἐξ Ἄρεως καὶ Τιλφώσσης Ἐρινύος.