Ancient Greek · ~8 min
982 to 1035
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 982-1035
Not analysed yet
982 τῶν Ἀθηναίων. 985 ἅμιππος: ταχεῖα, ἴσον ἵππῳ δυναμένη τρέχειν· εἰ δὲ γράφεται ἁμίπποις πρὸς τὸ θυέλλαις, τράφη θυέλλῃσιν ἁμίπποις ταῖς ἐξισουμέναις ἵπποις ὡς καὶ Ὅμηρος θείειν δʼ ἀνέμοισιν ὁμοῖοι. πάγου: ὑψηλοῦ ὄρους καὶ ἀκρωρείας. 986 ἀλλὰ κἀπʼ ἐκείνᾳ: ἀλλὰ καὶ κατʼ ἐκείνης, τῆς θυγατρὸς Βορέου τῆς ἐξ Ἐρεχθειδῶν γεγονυίας ἐνέσκηψαν αἱ πολυχρόνιοι Μοῖραι καὶ μεγάλα δυστυχῆσαι αὐτὴν πεποιήκασιν· ἢ μεγάλαι δυστυχίαι καὶ ἐπʼ ἐκείνῃ, τῇ Κλεοπάτρᾳ, ἦλθον. 987 μακραίωνες: ἀθάνατοι καὶ πολυχρόνιοι· ἔσχον δὲ ἐπέσχον, ἐπετέθησαν, ἐπεβάρησαν. 988 καὶ νῦν ἄνακτάς φησι τοὺς ἀπὸ τοῦ χοροῦ Fol. 60 b ἐντίμους. 989 τοῖς τυφλοῖσι γὰρ κ. ἡ ὁδὸς τοῦ τυφλοῦ μετʼ ἄλλου ἐστίν. 993 οἷον οὐδὲ τὴν ἀρχὴν τῆς σῆς κατωλιγώρουν μαντείας. 997 τὸ σὸν —ἀντὶ τὸν σὸν λόγον. Θᾶκος, τόπος οὕτω καλούμενος. 1000 λιμήν. ὅρμος καὶ ἕδρα ὅπου πάντα τὰ ὄρνεα προσέρχονται. 1001 κακῷ ἐπὶ κακῷ. 1002 βεβαρβαρωμένῳ: ἑρμηνευθῆναι μὴ δυναμένῳ ἀλλὰ ἀσαφεῖ. 1003 τοῖς ὄνυξι. ταῖς αἱμακτικαῖς. 1005 ἀντὶ τοῦ ἀπεπειρώμην τῆς διὰ πυρὸς μαντείας. 1008 δίυγρος οὖσα ἡ καῦσις· κηκὶς δὲ ἡ ἀνώδοσις ἐνταῦθα, κυρίως δὲ ἡ λιγνὺς τοῦ καπνοῦ ἡ ἀπὸ τῶν καιομένων γινομένη. 1009 τύφειν ἐστὶ τὸ ἡρέμα ὑποσμύχειν· ἀνέπτυε δὲ ἀνέβαλλε τὰ μηρία ἐκ τοῦ λίπους. ἀνέβαλλεν. 1010 καταρρυεῖς. καταρρεόμενοι, καθυγραινόμενοι ἐκ τοῦ λίπους τῆς καλυπτούσης αὐτοὺς πιμελῆς ἐξέπιπτον. 1012 παιδὸς τοῦ ὁδηγοῦντος. 1013 ἢ φθοροποιὰ ἢ διὰ τοῦ πυρὸς ἀσήμως φθειρόμενα. 1016 ἐσχάραι: αἱ ἑστίαι. παντελεῖς: αἱ τὰ τέλεια τῶν ἱερείων δεχόμεναι ἢ ὅλαι ἢ διʼ ὧν πάντα τελειοῦται. 1017 ἀντὶ τοῦ οἱ κύνες καὶ οἱ ὄρνιθες διασπάσαντες τὸ τοῦ Πολυνείκους σῶμα ἐπὶ τοὺς βωμοὺς ἐκόμισαν καὶ οὕτως ἐμόλυναν ἅπαντας. 1019 θυστάδας τὰς διὰ θυσιῶν γινομένας λιτάς. 1021 ἀπηχεῖ, ἀφίησιν. 1022 ἀπὸ τοῦ ἑνικοῦ ἐπὶ τὸ πληθυντικὸν μετέβη. 1023 γνωμολογία. 1027 ἰᾶται, θεραπεύει. ἀμετάθετος. 1028 διὰ τὴν αὐθάδειαν εἰς σκαιότητα πίπτουσιν οἱ ἄνθρωποι. 1030 καὶ Ὅμηρος κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. 1033 ἀποπειρᾶσθέ μου ὡς τοξόται σκοποῦ. 1034 ἀνδρὸς ἀντὶ ἐμοῦ. 1035 ὑφʼ ὑμῶν τῶν μάντεων καὶ τῶν συγγενῶν.