Ancient Greek · ~8 min
1099 to 1152
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1099-1152
Not analysed yet
1099 τόν τε χρυσέων δράκοντα. φασὶ τὸν Ἄτλαντα τῷ Ἡρακλεῖ κεκομικέναι τὰ μῆλα ὅτε καὶ αὐτὸς διαδεξάμενος τὸν οὐρανὸν ἐβάστασεν. 1100 ἐπʼ ἐσχάτοις τοῖς τῆς Λιβύης. 1101 ἐπειράθην. 1103 ἄναρθρος: οὐκ ἔχων τὰ ἄρθρα τῶν μελῶν διὰ τὸ σεσῆφθαι αὐτά· κατερρακωμένος δὲ τὰς σάρκας σαπεὶς καὶ ἔχων αὐτὰς κρεμαμένας ὡς ῥάκη. 1104 τυφλῆς ὑπʼ ἄτης: ὑπὸ νόσου ἀφανοῦς καὶ ἀκαταλήπτου, ἥν οὐκ ἔστιν ἰδεῖν. 1107 τόδʼ παρόντες. κἄν τὸ μηδὲν κἂν μηδὲν ἕρπω: ἀντὶ τοῦ καὶ οὕτως ἔχων, καὶ οὕτω διακείμενος. 1113 εἰ εἰ ἀποτεύξεται τούτου. 1115 σιγὴν ἀντὶ σιωπήσας καὶ ἡσυχάσας. 1118 οὐ γὰρ ἂν γνοίης: τουτέστιν ἐὰν μὴ τοῦ θυμοῦ παύσῃ πρότερον οὐ δυνήσῃ γνῶναι ὑπὸ τῆς ὀργῆς σκοτούμενος ὅτι ἀδίκως αὐτὴν ἀνελεῖν βούλει ὅπερ σοί ἐστι μεγίστη χαρὰ οὐδὲ ὅτι μάτην ἀλγεῖς τὴν ψυχὴν νεμεσῶν τὴν οὐδὲν ἀδικήσασαν. 1119 χαίρειν ἀνελεῖν αὐτὴν βουλόμενος 1121 σοφίζεις, καλλωπίζεις τῷ λόγῳ. 1124 παγκάκιστε: αὕτη τοῦ μίσους ἐπίτασις ὅτι καὶ μνήμην τῆς μητρὸς ἐποιήσατο καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ Ἡρακλέους ἀκούοντος. 1126 ἔχει γὰρ οὕτως: τὸ γὰρ κατʼ αὐτήν, φησί, πρᾶγμα ἐκτός ἐστιν ἀδικίας ὡς μὴ δέον εἶναι τοῦτο σιωπῇ παραδοῦναι. 1129 λέγ᾿, εὐλαβοῦ δέ: εὐλαβοῦ μὴ διʼ ὧν ὑπὲρ τῆς μητρὸς λέγεις περὶ ἐμὲ φαῦλος ἐξελεγχθῇς. 1131 πρὸς τοῦ; τέρας τοι διὰ κακῶν. πρὸς τίνος; ἄπιστον γὰρ διὰ δυσφήμων ὥσπερ ἐμαντεύσω τουτἐστιν ἄπιστον λέγεις ὅτι ἑαυτὴν ἀνεῖλεν εἰ μὴ ἄρα μαντικῆς μετέχων τοῦτο ἔγνως ὡς μάντευμα ἄπιστον· τοῦτο δὲ εἶπεν ἐπειδὴ πολλάκις τὰ μὴ προσδοκώμενα μαντεύονται οἱ θεοί. 1132 πρὸς ὑπὸ ἄλλου ξένου. 1134 στραφείη λήξειεν ἡ ὀργή. 1135 δεινοῦ λόγου: θαυμαστοῦ· ἄπιστον γὰρ εἰ παύσομαι τῆς ὀργῆς· ὅμως εἰπέ. 1136 ἅπαν τὸ χρῆμ᾿, ἥμαρτε: ζητοῦσα, φησί, χρηστόν τι διαπράξασθαι τοῦ ὅλου πράγματος ἥμαρτεν. 1146 ἰοὺ ἰού: ἀναμιμνησκόμενος τῆς ἀπὸ Δωδώνης μαντείας ταῦτα λέγει, ἀριθμήσας τὸν χρόνον ἄρτι ἔγνων ὅτι εἰς ἔσχατον ἦλθον συμφορᾶς. 1147 σπέρμα σῶν ἀντὶ τοὺς σοὺς ἀδελφούς. 1149 μάτην τὴν Ἀλκμήνην· τοῦτο δέ φησιν ὡς ἀνάξια πάσχων. τελευταίαν ἐμοῦ τὴν περὶ τῆς τελευτῆς μου φήμην. 1151 παραθαλαττίᾳ. 1152 διατριβήν.