Ancient Greek
1157 to 1164
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1157-1164
Not analysed yet
1157 εἰς ἡλικίαν ἥκεις ἴνα φανῇς ἄξια πράττων παῖς ἐμὸς εἶναι. 1159 ἐμοὶ γὰρ ἦν πρόφαντον: προμεμαντευμένον, προειρημένον ὑπὸ τοῦ Διός· οὕτω δὲ διὰ τοῦ σ ἐν τῇ τραγικῇ λέξει. 1160 πρὸς τῶν πνεόντων: τῶν ζώντων· πνεῦμα γὰρ ἡ ψυχὴ ψυχὴν ἐκάπυσσεν καὶ ὅσα γαῖαν ἐπιπνείει τε καὶ ἕρπει· ἔνθεν γὰρ ἡ ψυχή. 1163 οὕτω ζῶντα μ᾿ ἔκτεινεν θανών: δυνάμει γὰρ αὐτὸς αὐτὸν ἀνεῖλεν. 1164 φανῶ δʼ ἐγώ: ἐρῶ σοι ἄλλην μαντείαν νεωτέραν συμφωνοῦσαν τῇ προτέρᾳ.