Ancient Greek
1120 to 1138
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1120-1138
Not analysed yet
1120 ἀρὰν ἀρὰν ἐπʼ ἄλλοις: δεῖ ἀκούεσθαι ἐπὶ τῶν μάτην καταρωμένων, σαυτῷ γὰρ ἐγένου αἴτιος, δεῖ δὲ καὶ οὕτω, καταρῶ τοῖς ἄλλοις καὶ μὴ ἡμῖν. 1121 καὶ γὰρ ἐμοὶ τοῦτο μέλει: μέλει μοι τὸ παραινέσαι σοι ἵνα μὴ ἀπώσῃ τὴν φιλίαν οἷον οὐ θέλω σε ἐχθρὸν ἡμῖν καταστῆσαι· ἢ ὡς παραινοῦντές φασι, μὴ ᾀπώσῃ τὴν φιλίαν ἡμῶν. 1122 μὴ φιλότητʼ λείπει ἵνα. ἣν ἔχομεν πρὸς σέ. 1125 ὁ Ὀδυσσεύς. τὰ τόξα φησίν. 1129 ἐξηρπασμένον. 1131 τὸν Ἡράκλειον ἄθλιον: ἀντὶ ἐμὲ τὸν τοῦ Ἡρακλέους διάδοχον· ἢ ἐμὲ τὸν ἐπὶ τῷ Ἡρακλεῖ ἆθλον ποιήσαντα τὴν πυρὰν καὶ ὑφάψαντα αὐτήν. ἑαυτόν φησιν. 1132 γράφε ἆθλον. 1134 μεταβολῇ. 1135 στρέφῃ· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων. 1136 ἀντὶ τοῦ βλέπον, σύ, τόξον. 1138 πλήθη κακῶν. ἐσόμενα.