Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 112
Not analysed yet
112 χαίρειν, Ἀθάνα, τἄλλα: τὸ ἦθος τῆς ἀπαγγελίας ἀρχαῖον· ἔστι δὲ νῦν τὸ χαίρειν ἀντὶ χαρτῶς ἐμοὶ λέγειν· φησὶ δὲ ὡς κατὰ τὰ ἄλλα μὲν εἴκων τῇ θεῷ τοῦτο δὲ ἀντιβαίνων· ὑπεροπτικὸν δὲ τὸ ἦθος αὐτοῦ ἐντεῦθεν ἐνδείκνυται ὁ ποιητὴς (ἐπεὶ πάνυ πρόσκειται ὁ ἀκροατὴς τῷ Αἴαντι διὰ τὴν συμφορὰν καὶ μονονουχὶ χαλεπαίνει τῷ ποιητῇ) ἵνα δόξῃ ἀξιοπαθεῖν ὁ Αἴας μὴ ὑποτεταγμένος τῇ δαίμονι. ἔγωγέ σ᾿ ἐφίεμαι: ἐφίεμαί σε εἰς τὰ ἄλλα κελεύειν μοι καὶ χαίρειν ὡς πειθομένου μου, εἰς τοῦτο δὲ μόνον οὐκ ἀκούσομαί σου.