Ancient Greek · ~2 min
115 to 124
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 115-124
Not analysed yet
115 γράφε ἐννέπεις. 118 ὁρᾷς, Ὀδυσσεῦ; παιδευτικὸς ὁ λόγος καὶ ἀποτρεπτικὸς ἁμαρτημάτων καὶ διὰ τοῦτο ἐπίτηδες καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ θεατῇ ὑπέδειξε τὸν Αἴαντα δηλῶν ὡς ὁ πρότερον φρόνιμος καὶ πρακτικὸς νῦν ἐξέστη διὰ τὸ θεομαχῆσαι· καὶ τοῦτο δὲ μηροῦ παίδευμα, ὅτι ἐφʼ οἷς αὐχοῦσί τινες τούτων στεροῦνται παρὰ θεῶν ὡς καὶ Θάμυρις τὴν μουσικὴν καὶ Νιόβη τῶν τέκνων. 121 ἐλεῶ. 122 Ἴωνες ἔμπης φασίν, Ἀττικοὶ δὲ ἔμπας καὶ ἔμπα. 124 οἷον ἀφορῶν εἰς τὰ ἀνθρώπινα τὰ πάντων κοινά.