Ancient Greek · ~8 min
85 to 111
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 85-111
Not analysed yet
85 ἐγὼ σκοτώσω βλέφαρα καίπερ δεδορκότα ἢ καὶ βλέποντα τὰ βλέφαρα αὐτοῦ ποιήσω μὴ δεδορκότα. 89 ὦ οὗτος: διὰ τοῦ οὗτος καὶ τοῦ Αἴας δισσὴ ἡ κλῆσις, ἢ ὅτι καὶ πρότερον ἐκάλεσεν αὐτὸν (ὅτε καὶ Ὀδυσσεύς φησι, τί δρᾷς Ἀθάνα;) ἢ ὡς καὶ πρότερον ὁπότε ἐδόκει συλλαμβάνειν αὐτῷ πρὸς τὴν ἀναίρεσιν. 90 τί βαιόν: ὀλίγον ἀντὶ τοῦ οὐδὲ ὅλως· σύμμαχον δὲ αὐτὴν νομίζει ὡς καὶ ἐν τοῖς ἑξῆς φησιν, ὡς εὖ παρέστης. 91 χαῖρʼ Ἀθάνα: ἐπέγνω μὲν τὴν Ἀθηνᾶν τὰ δὲ ἑξῆς τοῦ παραπαίοντος· οὕτω γὰρ ἂν προκόψειεν ἡ ὑπόθεσις· οὐ παντελῶς δὲ ἀπώλετο αὐτοῦ τὸ ἡγεμονικὸν ἀλλʼ ἡ μανία γέγονε περὶ τὸ λογιστικόν· ἐμέμνητο μὲν γὰρ ὡς ἐχθροὺς ἀνελὼν περὶ τὸ πρόσωπον δὲ ἐκπφάλλετο ὅτι ποίμνια ἀνεῖλεν καὶ έλογίζετο ἄνδρας ἀνῃρηκέναι. 96 τὸ μὴ οὐχὶ βάψαι τὸ ξίφος εἰς τὸν στρατόν. 98 ἐὰν δασυνθῇ τὸ οι ἔσται ἐπὶ τῶν Ἀτρειδῶν, ἑὰν δὲ ψιλὸν τὸ οἶδα ἀντὶ τοῦ ἐπίσταμαι. 100 καλῶς τὰ ἐμὰ ἔφη, οὐχ ἃ δεῖ με λαβεῖν, ὡς ἰδίων ἀπεστερημένος. 102 ἢ πέφευγέ οὐχ ὡς διαστέλλουσά φησιν, ὡς ἂν εἴποι τις ἔθανεν ἢ πέφευγέν σε, ἀλλὰ παροξύνουσα· φησὶ γὰρ πέφευγεν δή σε ὁ Ὀδυσσεύς. 103 τὸ ἐξῶλες θηρίον· κίναδος γὰρ ἡ ἀλώπηξ· πάνυ δὲ κατατρέχει τοῦ Ὀδύσέως ὡς ἐχθίστου. 104 τὸν σὸν ἐνστάτην: ἤτοι κατὰ πάντα ἐνιστάμενόν σοι ἢ ἰδικῶς ἐπὶ τῆς κρίσεως μόνον οἷον τὸν ἀντίδικον· κυρίως δὲ ἐνστάτης ὁ ἐν τῇ ὁδῷ ἀντιστήκων τινὶ ὡς εἰ λέγοι τις τὸν Οἰδίποδα τοῦ Λαΐου ἐνστάτην γεγενημένον. 105 ἥδιστος, δέσποινα: καθʼ ἡδονήν μοι· δεσμώτης δὲ λέγεται καὶ αὐτὸς ὁ δέσμιος, ἐς ὁ δεσμώτης Προμηθεύς, καὶ ὁ δεσμῶν ὡς Κρατῖνος ἐν Πυτίνῃ ἐπὶ τῶν δεσμοφυλάκων ὄψει γὰρ αὐτὴν ἐντὸς οὐ πολλοῦ χρόνου παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην. 108 ἑρκίου στέγης: τοῦ περιφράγματος τῆς αὐλῆς ἢ τῆς τοῦ δώματος στέγης· ἑρκίον γὰρ τὸ δῶμα. 111 μάστιγι πρῶτον: ἐντεῦθεν ἡ ἐπιγραφὴ τοῦ δράματος. οὐ πρότερον φονεύσω αὐτὸν πρὶν ἂν μαστίξω.