Ancient Greek
EΙΣ ΦΙΛΟΚΤΗΤΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1140
Not analysed yet
1140 ἀνδρός τοι τὸ μὲν εὖ δίκαιον εἰπεῖν: ἀγαθοῦ ἀνδρός ἐστι τὸ ἀληθὲς ἐν καιρῷ λέγειν (δίκαιον γὰρ νῦν φησι τὸ ἀληθές, εὖ δὲ τὸ ἐν καιρῷ), ὀφείλει δὲ καὶ ὁ ἀκούων μὴ ἐκφαυλίζειν τὰ λεγόμενα· τοῦτο δέ φησιν ὅτι ὁ μὲν Νεοπτόλεμος τὸ ἀληθὲς εἶπεν ὁ δὲ Φιλοκτήτης ἐξευτέλισεν. εἰς τὸ αὐτό: ἀγαθοῦ μὲν ἀνδρός ἐστι τὸ δίκαιον εἰπεῖν εἰπόντα δὲ μὴ φθονεῖσθαι ὅτι οὐκ ἔδει σε τῷ Νεοπτολέμῳ φθονεῖν εἰπόντι τὸ δίκαιον· κατὰ κοινοῦ δὲ τὸ δίκαιον, ἀγαθοῦ ἀνδρός ἐστι τὸ λέγειν τὸ δίκαιον, δίκαιον δὲ καὶ σὲ ὁμολογεῖν ὅτι εὖ πέπρακται, ἀκούοντα δὲ τούτων μὴ φθονερόν τι καὶ ὀδυνηρὸν ἐπιφθέγξασθαι.