Ancient Greek · ~3 min
1141 to 1163
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1141-1163
Not analysed yet
1141 μὴ φθονερὰν |ἐξῶσαι γλωσσας μὴ πικραίνεσθαι. 1143 εἷς ἀπὸ εἷς ἀπὸ πολλῶν συμμάχων. 1144 τ τοῦ Ὀδυσσέως. τὸ ἑξῆς, τοῦδʼ ἐφημοσύνᾳ ἤνυσεν κοινὰν ἐς φίλους ἀρωγάν. 1146 ὦ πτηναὶ ἀντὶ ὦ ἄγραι· ἀγρεύσε γὰρp καὶ πτηνά. φοβερῶν. 1149 φυγᾷ μ᾿ οὐκέτʼ ἀπʼ αὐλίων: ἀντὶ οὐκέτι φεύξεσθέ με, οὐκέτι μετὰ φυγῆς καὶ φόβου προσπελάσετέ μοι. 1153 ἀλλʼ ἀνέδην ὅδε χῶρος. ἐπʼ ἐξουσίας ὁ τόπος ὑμῖν οὗτος ἀνεῖται ἀντὶ τοῦ ἀδείᾳ ὑπὸ τῶν θηρῶν ὁ τόπος κατασχεθήσεται. ἀνειμένος καὶ ἡπλωμένος. κατέχεται. 1154 φόβον ἐμποιῶν. 1155 ἀντὶ ἥκετε. 1157 ποικίλης διὰ τὰ τραύματα. 1160 τίς ὧδ’ ἐν αὔραις τρέφεται: τίς τρέφεται ἐξ ἀνέμων μηδενὸς τῶν ἐκ γῆς τροφίμων εὐπορῶν; 1161 ἐγκρατὴς ὤν, εὐπορῶν. 1163 εἴ τι σέβῃ, ξένον πέλασσον: ἑαυτὸν δέ φησιν ὁ χορός, ὅτι ἐμοὶ τῷ ξένῳ μετʼ εὐνοίας πρόσελθε ἀντὶ φίλος ἡμῖν γενοῦ.