Ancient Greek · ~2 min
EΙΣ ΦΙΛΟΚΤΗΤΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1165
Not analysed yet
1165 ἀλλὰ γνῶθ᾿, εὖ γνῶθι: οὕτω τινὲς στίζουσιν, ἀλλὰ γνῶθ᾿, εὖ γνῶθι οἷον τὰ ὄντα σοι μάνθανε, τὰ περὶ τῆς νόσου· ὁ δὲ ἀλλὰ ἀντὶ τοῦ δέ, γνῶθι δὲ ἵν᾿ ᾖ οὕτω, πρὸς θεῶν εἴ τι σέβῃ ξένον πελάταν πέλασον πάσῃ εὐνοίᾳ, γνῶθι δὲ ὅτι κῆρα τήνδʼ ἀποφυγεῖν σοι πάρεστιν εἰ πεισθείης ἡμῖν ὅ ἐστι τὴν νόσον· οὗτος δὲ ταῦτα λεγόντων συνίησιν ὅτι παραινοῦσιν αὐτῷ εἰς Ἴλιον ἐλθεῖν πρὸς ὁ ἀνακράζει πάλιν πάλιν μοι.