Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 125
Not analysed yet
125 ὁρῶ γὰρ ἡμᾶς. πρὸς τὸ Πινδαρικὸν τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ ἄνθρωποι ἀντὶ ἀνυπάρκτου τὸ ἀνυπαρκτότερον· ἐνταῦθα μέντοι ἐστὶν ὁ λόγος ἐγγυτέρω τῆς ἀληθείας ἤπερ τὸ Πινδαρικόν· ὁ μὲν γὰρ Πίνδαρος ἐν τοῖς ἀσυστάτοις πεποίηται τὴν ὑποβολὴν ὁ δὲ ἐν τοἵς φαινομένοις καὶ δοκοῦσιν οὐχ ὑπάρχουσι δὲ κατὰ ἀλήθειαν· ὁ δὲ Ὅμηρος διʼ ἑνὸς αὐταρκῶς τοῦτο δεδήλωκεν οὐδὲν ἀκιδνότερον γαἵα τρέφει ἀνθρώποιο.