Ancient Greek
1166 to 1272
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1166-1272
Not analysed yet
1166 τὴν νόσον. λείπει πάρεστιν. 1167 οἰκτρὰ γὰρ χαλεπὴ ἡ νόσος τῷ κατεσθίειν. ἀδύνατος ἐνταῦθα ἢ ἄγνωστος πρὸς τὸ ὀχεῖσθαι. 1169 πάλιν πάλιν: πάλιν τῶν τῆς Ἰλίου με τόπων ἀνέμνησας ἢ τῶν οἰκείων κακῶν· ὑγιῶς δὲ ἔχει περιττευούσης τῆς ἐν προθέσεως. 1170 ὦ| λῷστε τῶν πρὶν ἐντόπων: ὦ βέλτιστε τῶν πλησιασάντων μοι πάλαι ἢ τῶν περὶ Ὀδυσσέα. ὦ ὦ βέλτιστε. 1174 τὰν ἐμοὶ λείπει ἡ εἰς, εἰς τὴν μισουμένην μοι. 1176 σύμφορον. 1178 ἐμοὶ βουλομένῳ ἡδέως ἀποπλεῦσαι κελεύεις. 1180 ναὸς ἵνʼ ἡμῖν ὅπου ἡμῖν ἀφῖκται ἡ ναῦς· ἐπὶ τῆς ναὸς ἀντὶ εἰς τὴν ναῦν. 1181 μή, πρὸς ἀραίου: ἀρὰ ἡ εὐχή· ἀραῖος οὖν ᾧ πάντες προσευχόμεθα ἢ ὃν ἐπικαλούμεθα ἀρώμενοι· ὥσπερ δὲ ἱκεσίου λέγουσι τοῦ τοὺς ἱκέτας ἐποπτεύοντος οὕτως ἀραίου τοῦ τοὺς ἀρωμένους ἐπισκοποῦντος. 1182 ἀντὶ ἀπέλθῃς. ἡσύχαζε. 1189 ποιήσω. μετὰ ταῦτα, μετόπισθεν. 1190 αὐτόματοι. 1191 τί πράξοντες ἐναντίᾳ γνώμῃ ἕτερον παρὰ τὸ πρότερον; 1194 χειμερίῳ ταραχώδει πάθει, μεταφορικῶς· οὐκ ἔστι, φησί, μεμπτὸν τῷ δυστυχοῦντι καὶ παραφθέγγεσθαι. 1197 τοῦτο γίνωσκε, ὅτι οὐκ ἔρχομαι οὐδʼ εἰ αὐτὸς ὁ Ζεὺς μετέλθοι με ταῖς βρονταῖς τουτέστιν οὐδʼ εἰ κεραυνοῖ με ὁ Ζεὺς ἂν μὴ ἔλθω. 1199 βρονταῖς γράφεται καὶ αὐγαῖς, ταῖς βροντῶν αὐγαῖς ταῖς κεραυνίαις· ἔστι μέντοι λαβεῖν καὶ βροντᾶς ἀντὶ τοῦ βροντήσας καθάπερ καὶ ἐν Ὑδροφόροις τὸν Διόνυσον εἶπεν Βακχᾶν ἀντὶ τοῦ Βακχευτάν. 1202 μέλος. 1205 ἢ ἀντὶ τοῦ πέλεκυν ἢ γενῇδα ἢ ἀξίνην. 1206 παλάμην πρᾶξιν ὅθεν καὶ παλαμᾶσθαι· ἢ τέχνην. 1208 θανατᾷ, θανάτου ἐπιθυμεῖ. 1215 ὅστις ποτε καταλιπών σε ἐπὶ τὸ βοηθεῖν τοῖς Ἕλλησιν οὐκέτι οὐδέν εἰμι. τὴν τοῦ ἐπιχωρίου ποταμοῦ. 1218 ἐντεῦθεν διπλοῦν ἐστι τὸ ἐπεισόδιον. ἐγγύς. 1219 στείχων ἂν ἦν ἐπορευόμην ἄν· τὸ δὲ σοι παρέλκει. 1222 οὐκ οὐδʼ αὖ. ἥντινʼ αὖ παλίντροπος κ. ἀντὶ εἰς ποῖον τόπον ἀπέρχῃ· τοῦτο δὲ ὁ Νεοπτόλεμος ἀποδοῦναι βουλόμενος τὰ τόξα τῷ Φιλοκτήτῃ ἐπιπλήσσεται ὑπὸ τοῦ Ὀδυσσέως. ἐξ ὑποστροφῆς. 1238 τὰ αὐτὰ λέγειν· ἀπὸ τῶν δεύτερον ἀναπολούντων τὴν ἠροτριαμένην γῆν. 1252 ἀλλʼ οὐδὲ σοὶ πεισθήσομαι. 1256 κοὐ μέλλοντʼ οὐ βραδύνοντα. 1257 σ᾿ οὐ πολεμήσω. 1262 καταλιπών. 1270 μετανοῆσαι. 1272 βλαβερὸς παρὰ τὴν ἄτην.