Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 118
Not analysed yet
118 θνήσκουσι γὰρ πλὴν εἷς τις: οἷον πάντες οἱ ἀκολουθοῦντες αὐτῷ ἀνῃρέθησαν δηλονότι ὑπεραγωνιζόμενοι τοῦ δεσπότου πλὴν ἑνὸς ὃς διὰ δειλίαν ἐκφυγὼν οὐδὲν ἀκριβὲς εἶχεν εἰπεῖν πλὴν ὅτι ὑπὸ λῃστῶν ἀνῃρέθη· ἄκρως δὲ ὑπέγραψε τὸ ἦθος τῶν δειλῶν· ἄμα μὲν γὰρ ἐξαίρουσι τὰ πεπραγμένα ἴνα μὴ δόξωσι διὰ δειλίαν φυγεῖν ἄμα δὲ καὶ ἐν παραφρονήσει ὄντες τὰ βραχέα μείζω δοξάζουσι· καλῶς δὲ ᾠκονόμηται ἵνα τέως μὴ ἐλέγχοιτο τὸ κατὰ τὸν Οἰδίποδα.