Ancient Greek
122 to 148
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 122-148
Not analysed yet
122 οὐ μιᾷ ἀντὶ οὐχ ἕνα μόνον ἀλλὰ καὶ πολλούς. 124 εἴ τι μὴ ξὺν ἀργύρῳ: ἀντὶ εἰ μὴ ἐπὶ κέρδει· τείνει δὲ τοῦτο εἰς Κρέοντα ὡς αὐτοῦ συνθεμένου τῷ τοῦ Λαΐου φονεῖ διὰ τὴν βασιλείαν· ἐνθένδε οὖν ἐκ τῆς πόλεως ταύτης. 126 καὶ τότε, φησί, ταῦτα ὑπενοεῖτο, ὅτι ἐπιβεβούλευται. 130 ἡ ποικιλῳδός: ἠνάγκαζεν ἡμᾶς ἡ Σφὶγξ μεθέντας τὰ ἀφανῆ, τὰ κατὰ τὸν φόνον τοῦ βασιλέως (τοῦτο γὰρ ἀφανές, τὸ παρὰ ποσὶ κακὸν σκοπεῖν· οὕτως, ἡ Σφὶγξ ἠνάγκαζεν ἡμᾶς μεθέντας τὸ σκοπεῖν τὰ κατὰ τὸν φόνον τὰ πρὸς ποσὶν ἀφανῆ ζητεῖν τουτέστι τὰ ἀφανῆ αἰνίγματα ζητεῖν τὰ παρακείμενα ἡμῖν. 132 ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις: οἷον ἀναδραμοῦμαι ἐπὶ τὴν ἀρχὴν τοῦ πράγματος καὶ εἰς φῶς ἄξω· ἴσως δὲ λεληθότως καὶ τὸ ἕτερον ἔγκειται ἐν τῷ ἐγὼ φανῶ ὅπερ οὔ φησι μὲν ὁ Οἰδίπους μανθάνει δὲ ὁ ἀκροατής, ἐπεὶ τὸ πᾶν ἐν αὐτῷ φανήσεται. 134 τήνδʼ ἔθεσθ γράφε τήνδε θεσπίζει γραφήν. 136 προσχωροῦντα. προσβοηθοῦντα. 137 ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων: οὐ μόνον ὑπὲρ τοῦ ἀνῃρημένου βασιλέως ἄξιον ποιήσασθαι τὴν ἀναζήτησιν ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ ἐμοῦ· ὁ γὰρ ἐκείνῳ ἐπιχειρήσας ἴσως κἀμοὶ ἐπιβουλεύσει· πεπλαγίασται δὲ πάλιν ὁ λόγος καὶ τὴν ἀλήθειαν αἰνίττεται τῷ θεάτρῳ ὅτι αὐτὸς δράσας τὸν φόνον ὁ Οἰδίπους καὶ ἑαυτὸν τιμωρήσεται. 14l καὶ τοῦτο κινητικὸν τοῦ θεάτρου· τὰ γὰρ ἐναντία προβήσεται. 143 ἀνίστασθε. τοὺς ἱκετευτικούς. 144 πιθανὴ ἡ εἴσοδος τοῦ χοροῦ· σκέπτεσθαι γάρ φησι δεῖν μετὰ τοῦ δήμου περὶ τῶν πρακτέων. 147 παῖδες, ἱστώμεθα: ἔξεισιν ὁ ἱερεὺς πράξας δι᾿ ὅπερ ἦλθεν, ἅμα δὲ καὶ ὑπὲρ τοῦ χώραν εἶναι ἑτέρῳ ὑποκριτῇ. ἀνιστώμεθα. 148 ἐξαγγέλλει, ἡ δὲ χρῆσις Ἀττική.