Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 151
Not analysed yet
151 Διὸς ἁδυεπὲς φάτι: κατὰ τὴν πρόσταξιν τοῦ βασιλέως πάρεισι πρεσβῦταί τινες ἐξ ὧν ὁ χορὸς συμπληροῦται· Διὸς δὲ ἡδυεπῆ φάτιν τὴν μαντείαν φησίν· ὁ γὰρ Ἀπόλλων ὑποφήτης δοκεῖ εἶναι τοῦ πατρὸς καὶ παρʼ ἐκείνου λαμβάνειν τὰς μαντείας καὶ τοῖς ἀνθρώποις ἐκφέρειν· καὶ Ὅμηρὸς Διὸς ἄγγελος ὅσσα δεδήει· λείπει δὲ ἡ ἀπὸ ἵνʼ ᾖ ἀπὸ τῆς Πυθῶνος. τίς ποτε τᾶς πολυχρύσου: ἥτις ποτέ ἐστιν· ὅτι μὲν γὰρ πάρεστι λόγιον ἀπὸ τῆς Πυθῶνος ἀκηκόασιν τὸ δὲ ῥητὸν αὐτὸ ζητοῦσιν. λείπει ἡ ἀπό.