Ancient Greek · ~2 min
126 to 132
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 126-132
Not analysed yet
126 ἀπεικάσματα. 127 ὑπέρκοπον: φασὶ τὸν Αἴαντα τρίτον ἠσεβηκέναι περὶ τοὺς θεούς, πρῶτον μὲν ἐκβαλεῖν τοῦ δίφρου τὴν Ἀθηνᾶν βουλομένην αὐτῷ συμμαχεῖν, δεύτερον ἀπαλεῖψαι τὴν γλαῦκα τὴν ἐγγεγραμμένην τῷ ὅπλῳ αὐτοῦ ἐξ ἔθους πατρῴου, τρίτον ὅτι οὐκ ἐπείσθη τῷ πατρὶ συμβουλεύοντι πείθεσθαι τοῖς θεοῖς. ἀντὶ ὑπέρκομπα. 130 δυνάμει. 131 ἡμέρα γὰρ μία ἐλαττοῖ καὶ πάλιν αὔξει. 132 τὸ συναγόμενον τοῦτό ἐστιν, ὅτι δεῖ θεοφιλεῖς μόνον εἶναι τοὺς σώφρονας καὶ ἐπὶ ἄλλῳ μὴ ἀλαζονεύεσθαι.