Ancient Greek · ~4 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 134
Not analysed yet
134 Τελαμώνιε παῖ πιθανῶς αὐτῷ ὁ χορὸς ἐσκεύασται ἀπὸ Σαλαμινίων ἀνδρῶν τοῦτο μὲν παρρησιαζομένων ὡς ἐλευθέρων τοῦτο δὲ συμπαθῶς ἐχόντων ὡς πολιτῶν καὶ αἰδημόνως λαλούντων ὡς ὑπηκόων· οὐ γὰρ πιθανὸν ἐξ Ἀχαιῶν εἰσάγειν καὶ διὰ τὸ μὴ συνάχθεσθαι καὶ διὰ τὸ μὴ προσκρούειν τῷ βασιλεῖ, τὸ δὲ τῶν αἰχμαλώτων κηδεμονικὸν μέν, ὡς Αἰσχύλος ἐν Θρῄσσαις, οὐ μὴν εὐπρόσωπον· ὅρα γὰρ οἷον αἰχμαλώτους ἐπιτιμᾶν τῷ Μενελάῳ· πιθανὴ δὲ καὶ ἡ εἴσοδος· ἀκούσας γὰρ ὁ Ὀδυσσεὺς παρὰ τῆς Ἀθηνᾶς δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον ὡς πᾶσιν ἀνθρώποισιν εἰσιδὼν θροῇς καὶ μαθὼν τὸ σαφὲς δεδήλωκε τοῖς Ἀχαιοῖς· ταύτης οὖν τῆς φήμης ἀκούσαντες οἱ Σαλαμίνιοι παραγεγόνασι μηδέπω ὑπὸ τῆς εὐνοίας πεπεισμένοι ὡς αὐτὸς εἴη ὁ πράξας ἀλλʼ ἀπιπτοῦντες ὡς ὑπὸ ἐχθροῦ πεπλάσθαι οἰόμενοι· ὁ δὲ νοῦς, σοῦ μὲν εὖ πράσσοντος ἐν χαρᾷ ἐσμεν καὶ τὸ ἀνάπαλιν, τὸ δὲ ὅλον οἷον ἐν σοί ἐσμεν· τὰ δὲ πράγματα νῦν τοῦ Αἴαντος φαῦλά ἐστι καὶ οὐκ ἐνεχώρει αὐτῷ διηγήσασθαι τὰ ἀνδραγαθήματα.