Ancient Greek · ~3 min
127 to 133
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 127-133
Not analysed yet
127 Ζεὺς γὰρ μεγάλης γλώσσης: τοῦτο κοινὸν ὡς πάντων τῶν Ἑλλήνων μεγαλαυχούντων ἢ ἰδίᾳ κατὰ Καπανέως· τὰ γὰρ ἑξῆς εἰς αὐτὸν μόνον τείνει. 128 καί σφας εἰσιδών: καὶ τὴν τοῦ χρυσοῦ φαντασίαν ὑπερβεβηκότας τῇ ἰδίᾳ ὑπεροψίᾳ· ὑπερήφανον γάρ τι ὁ χρυσός· οἱ δέ φασι λείπειν τὴν μετὰ ἵνʼ ᾖ οὕτως, καὶ ἰδὼν αὐτοὺς προσνισσομένους μετὰ χρυσοῦ καὶ καναχῆς καὶ ὑπεροπτίας ὅ ἐστιν ὑπερηφανίας οὐκ ἠνέσχετο ἀλλʼ ἐνεμέσησε τῷ κόμπῳ αὐτῶν ἀεὶ γὰρ τοὺς κόμπους τῆς μεγάλης γλώσσης ὑπερεχθαίρει. 130 ὑπερόπτας. 131 παλτῷ ῥιπτεῖ πυρί: τῷ κεραυνῷ τῷ ἄνωθεν παλθέντι· τὸ δὲ βαλβίδων μεταφορικῶς ἀπὸ τῶν δρομέων. τῶν κρηπίδων τοῦ τείχους. 133 ἀλαλάξαι: παιωνίσαι· ἀλάλαγμα δέ ἐστιν ἐπινίκιος ᾠδή.