Ancient Greek · ~2 min
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 134-2
Not analysed yet
134 ἀντίτυπα δʼ ἐπὶ γᾷ πέσε. εἰς ἀντίτυπον δέ, φησί, πτῶμα ἔπεσεν διατιναχθεὶς ἄνωθεν κάτω οὐχὶ πλάγιος· τὸ δὲ ἀντίτυπος οὐκ ἀπὸ τοῦ τύπου ἀλλ᾿ ἀπὸ τοῦ τύψαι συντέθειται· αὐτὸς μὲν γὰρ τὴν ἄνω φορὰν ἐδίωκεν ὁ δὲ κεραυνὸς τὴν κάτω· ὅτι δὲ τανταλωθεὶς σημαίνει τὸ διασεισθεὶς μαρτυρεῖ καὶ Ἀνακρέων ἐν μελαμφύλλῳ δάφνᾳ χλωρᾷ τʼ ἐλαίᾳ τανταλίζει. ἄλλως: ἄνωθεν τυπεὶς ὑπὸ τοῦ κεραυνοῦ, κάτωθεν δὲ ὑπὸ τῆς γῆς· ὑπὸ τὸν κεραυνὸν γενόμενος, ὅτι τῷ Ταντάλῳ ἡ Σίπυλος ἐπικατεστράφη. διασεισθείς.