Ancient Greek · ~3 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1384
Not analysed yet
1384 ἴδεθʼ ὅπου προνέμεται: εἰσεληλύθασι μὲν ἐνταῦθα οἱ περὶ Ὀρέκτην καὶ Πυλάδην τοῦτο δὲ ἤτοι ὁ χορός φησι κἂν τῆς Ἠλέκτρας συνεισελθούσης αὐτοῖς καὶ τὸ ἴδετε πρὸς ἀλλήλας φασὶν αἰ τοῦ χοροῦ ἢ ὅτι ἔξω οὖσα ἡ λέκτρα λέγει πρὸς τὸν χορὸν τοὺς δύο στίχους καὶ οὕτως εἰσέρχεται καὶ ἔστι διάλειμμα βραχὺ ὥστε ἐξελθοῦσαν αὐτὴν ἄρχεσθαι τοῦ φίλταται γυναῖκες· παρατήρει δὲ ὅτι ἐπὶ μὲν τῇ τοῦ ἀγγέλου παρουσίᾳ προοικονομεῖ ὁ ποιητὴς ἔξω διατρίβειν τὴν Κλυταιμήστραν διʼ ἃς προείπομεν αἰτίας ἐνθάδε δὲ τῶν λόγων γενομένων πρὸς τὴν Ἠλέκτραν ἐκ τοῦ Ὀρέστου οὐδὲν λείπει εἰς τὸ ἀνελεῖν τὴν Κλυταιμήστραν ἅπερ ἐν τῷ ἐμφανεῖ ὁ ποιητὴς οὐκ εἰσήγαγεν. τοῦ Ὀρέστου εἰσελθόντος ὁ χορὸς ταῦτά φησιν.