Ancient Greek
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1326
Not analysed yet
1326 κέρδη παραινεῖς εἴ τι κέρδος: κέρδος μεταφωνεῖς τὸν θάνατον· παρὰ τούτου γὰρ τὰ κράτιστα ἀπαλλάσσεται καὶ βράχιστα γίνεται τουτέστιν ἐλάχιστα · ἐν δὲ τῷ ὑπομνήματι οὕτω, τὰ μικρὰ τῶν κακῶν λυσιτελέστερά ἐστιν ὡς ἂν κακὰ ἢ οὕτω, τὰ ἐν ποσὶ κακὰ ἂν ἐλάχιστα ἡ κράτιστά ἐστιν ἢ οὕτω, βραχέα γὰρ τὰ κακὰ ἐάν τις ἀναχωρῇ · τὸ γὰρ ταχέως φεύγειν τὰ ἐν ποσὶ κακὰ κράτιστόν ἐστι.