Ancient Greek
135 to 150
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 135-3-150
Not analysed yet
135 πυρφόρος: πῦρ φέρων ἐν αὐτῷ. πυρφόρος ὁ πῦρ τοῖς τείχεσι προσάγων ἢ πεπυρακτωμένος ὑπὸ τοῦ κεραυνοῦ. μαινομένᾳ ξὺν ὁρμᾷ: ὡς ἐπὶ Τυφῶνος καὶ καταιγιδώδους πνεύματος, ἐπέπνει τὴν πόλιν ῥιπαῖς ἀνέμων. 136 ἐνθουσιῶν καὶ μέγα φυσῶν καὶ πνέων ὀργὴν ὡς τὸ Μενάνδρου ἀλλὰ καὶ πν 138 εἶχε δʼ ἄλλᾳ: τὸ εἶχεν οὐκέτι ἐπὶ τοῦ Καπανέως ἀλλʼ ἐπὶ τοῦ Ἄρεώς ἐστιν, ὅτι ὁ Ἄρης βοηθῶν ἡμῖν πανταχοῦ τροπὰς ἐποιεῖτο τῶν πολεμίων· τοῦτο δέ φησιν ὡς εἰ ἔλεγεν, οὐδεὶς τόπος ἀπήλλακτο ταραχῆς ἀλλὰ πανταχοῦ ὁμοίως ἐξεφλέγετο ὁ πόλεμος. 139 ταράσσων. 140 δεξιόσειρος. κατὰ τὸ δεξιὸν φερόμενος κέρας· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἵππων τῶν ἐν τοῖς ἅρμασι παρασείρων· ὅ ἐστι δεξιὸς Ἄρης ἡμῖν γενόμενος καὶ ἀγαθὸς ἡμῖν φανείς· ἐὰν δὲ ᾖ δεξιόχειρος ἀντὶ τοῦ γενναῖος καὶ περιδέξιος. ὁ γενναῖος· οἱ γὰρ ἰσχυροὶ ἵπποι εἰς τὴν δεξιὰν σειρὰν ζεύγνυνται τοῦ ἅρματος. 143 πάγχαλκα ὅ ἐστι τὰ ὅπλα ἀπέβαλον. ὅπλα. 144 πλὴν τοῖν στυγεροῖν: στυγερῶν φησι τῶν ἀτυχῶν· οἱ τοιοῦτοι γὰρ ἀεὶ στυγνοὶ καθεστήκασιν· οὗτοι δέ, φησίν, ἀλληλοκτονηθέντες οὐ διέκριναν τὴν νίκην ὥστε τοῦ ἡττηθέντος ἀνατεθῆναι τὰ ὅπλα. 145 καθʼ αὐτοῖν: ἀντὶ τοῦ κατʼ ἀλλήλων. 146 δικρατεῖς λόγχας. ἀμφοτέρωθεν ἠκονημένας· ἢ δικρατεῖς φησιν ὅτι ἀλλήλους ἀπέκτειναν καὶ ἡ ἑκατέρου λόγχη οὐκ εἰς κενὸν ἀπεπέμφθη ἀλλʼ ἐκράτησεν τοῦ ἑτέρου. 148 ἁ ἡ μεγάλην περιποιοῦσα δόξαν. 149 ἀντιχαρεῖσα Θήβᾳ: ἀντὶ τοῦ ἴσον αὐτῇ χαρεῖσα ὡς ἀντίθεος· θέλει δὲ εἰπεῖν ὅτι ὅσον ἐφίλει τὴν νίκην καὶ ἡ νίκη αὐτὴν ἀντεφίλησεν· πρὸς χαίρουσαν γὰρ αὐτὴν καὶ αὐτὴ χαρεῖσα ἦλθεν· ἢ ἀντὶ τῶν κακῶν χαρεῖσα. 150 πάνυ πιθανῶς τὰ τῆς εὐχῆς· ἐπιμνησθέντες γὰρ δυσχερῶν πάλιν ἐπὶ τὰ κατʼ ἀρχὰς εὔφημα τρέπονται.