Ancient Greek · ~2 min
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 154-2
Not analysed yet
154 ὁ Θήβας δʼ ἐλελίζων Βακχεῖος: ὁ κινησίχθων· ἐλελίχθονα δὲ τὸν Διόνυσόν φησι διὰ τὰς ἐν ταῖς βακχείαις κινήσεις· ἢ τὸν τὴν γῆν σείοντα καὶ ἀναβακχεύοντα ταῖς χορείαις· ὁ δὲ νοῦς, ὁ Θήβας Βακχεῖος, ὁ Θηβαγενὴς Διόνυσος, ὁ τῆς Θήβης πολίτης, ὁ ἐλελίχθων ἄρχοι τῆς χορείας. ἐξάρχοι δὲ ὁ Διόνυσος, ὁ τὰς Θήβας ἐλελίζων καὶ κινῶν ταῖς βακχείαις. γράφε ἐλελίχθων.