Ancient Greek
1523 to 1573
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1523-2-1573
Not analysed yet
1523 μήθʼ οὗ μήτε ὅπου κρύπτεται ὁ χῶρος. 1525 εἰ μὲν βαρυτόνως γειτόνων τῶν Θηβαίων εἰ δὲ περισπωμένως ἀντὶ τοῦ γειτνιῶν ὁ τάφος. 1526 καθαρά· σημαίνει γὰρ καὶ τὸ ἄγος τοῦτο. οὕτως, ἐξάγιστα ἀντὶ ἁγνὰ καὶ μὴ οἷά τε ῥηθῆναι· καὶ ἐπὶ τούτου γὰρ χρῶνται πολλαχοῦ. 1530 χρησίμως καὶ τοῦτο ὥστε παρὰ τὸν καιρὸν τῆς τελευτῆς παραδιδόναι τὸ ἀπόρρητον τῷ πρεσβυτέρῳ υἱῷ ὑπὲρ τοῦ μέχρι τοῦ παντὸς διαμεῖναι τὴν ὠφέλειαν τοῖς Ἀθηναίοις διʼ ἧς τῶν Θηβαίων κρατήσουδιν. 1533 ἀδῄωτον. 1535 κἂν δικαίως τις πολιτεύηται πολλαὶ πόλεις ἀδίκως ἐπέρχονται. 1541 ἀντὶ τοῦ ἐπιστρεφώμεθα· Ὅμηρος ἐντροπαλιζόμενος. 1542 ἐγὼ γὰρ ἡγεμὼν ὑμῖν πέφηνα ὥσπερ ὑμεῖς τῷ πατρί. 1543 ὑμεῖς. 1547 οὐ πταίει ὁ ὑποκριτὴς ἀλλʼ εὐθὺ ἄπεισιν ὥσπερ ἀγόμενος ὑπὸ τοῦ θεοῦ· πάνυ δὲ σεμνῶς καὶ τοῦτο Ἑρμῇ προσέθηκεν. 1549 φῶς ἀφεγγές: ὃ τῷ νῷ ὁρᾶται, οὐ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς. 1553 πρόσπολοί τε οἱ Ἀθηναῖοι. 1556 τὰν ἀφανῆ τὴν Περσεφόνην φησίν. 1558 τῶν ἐν νυκτὶ ἀεὶ καὶ σκότῳ διατριβόντων, τεθνηκότων. 1560 λίσσομαι μήτʼ ἐπιπόνῳ: τὰ ἑξῆς μὲν δῆλα ἐκ τῆς λέξεως τὸ δὲ δίδου μοι τοῦτο ἀσυνάρτητόν πως φαίνεται ἡμῖν· ἐπιστῆσαι οὖν ἄξιον λαβόντας καλὸν ἀντίγραφον, δίδου μοι τὸν ξένον κατανύσαι τὰν παγκευθῆ κάτω νεκύων πλάκα καὶ Στύγιον δόμον μήτε ἐπιπόνῳ μήτʼ ἐπὶ βαρυηχεῖ μόρῳ· εὔχονται δὲ αὐτῷ μὴ δυσθανατῆσαι. 1565 καὶ μάταν πημάτων: τὸ μάτην ἱκνουμένων ἔν τινι τρόπῳ εἴρηκε παρʼ ὅσον σχεδὸν πάντα τὰ ἁμαρτήματα τῷ Οἰδίποδι ἀκουσίως ἐγένετο· καὶ νῦν οὖν κατὰ τοῦτο μάτην ἂν λέγοι τιμωρίαν ὑποσχεῖν αὐτόν. 1567 ἀποστρέφει τὸν λόγον· πρὸς τὸν Οἰδίποδα. 1568 χθόνιαι ὦ Ἐρινύες. 1569 τοῦ Κερβέρου. 1571 κοιμᾶσθαι. κνυζεῖσθαί λείπει τὸ φασίν· ὁ γὰρ νοῦς τοιοῦτος, ὅν φασι κοιμᾶσθαι κνυζεῖσθαί τέ φασι· τοῦτο δὲ αὐτὸς ἀποδέδωκεν εἰπὼν λόγος αἰὲν ἀνέχει, ἤρκει δὲ εἰ κατʼ ἔλλειψιν ἐξενήνεκτο ὁ λόγος. 1573 λόγος αἰὲν ἀντὶ τοῦ φασίν.