Ancient Greek
150 to 181
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 150-181
Not analysed yet
150 σὲ δʼ ἔγωγε νέμω ἀντὶ τοῦ ἐν τιμῇ τῶν θεῶν μερίζω σε. 151 ἐν τάφῳ τουτέστι καὶ ἀπολιθωθεῖσα. Ὅμηρος ἐν Σιπύλῳ ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. 155 περισσά: ἀντὶ ἄμετρος ἐν τῷ θρηνεῖν· περισσῶς, φησίν, ὀδύρῃ παρὰ τούτους οἷς ἐκ τοῦ αὐτοῦ γένους τυγχάνεις· ὥστε καὶ ἕτερόν τι διδάσκει ἡμᾶς, ὅτι καὶ ἀδελφαὶ αὐτῇ εἰσι δύο μετριώτερον τὴν συμφορὰν φέρουσαι. πρὸς τὸ ἄχος περισσή. 157 ἤ Ὁμήρῳ ἀκολουθεῖ εἰρηκότι τὰς τρεῖς θυγατέρας τοῦ Ἀγαμέμνονος ἤ, ὡς ὁ τὰ Κύπρια, τέσσαράς φησιν, Ἰφιγένειαν καὶ Ἰφιάνασσαν. 159 κρυπτᾷ τʼ ἀχέων: ἢ ἀχέων μετοχή ἐστιν ἀντὶ δυσφορῶν ἐπὶ τῷ κεκρύφθαι ἢ ὁ ἐν ἥβῃ κρυπτῇ λυπούμενος. 163 βήματι. ἀντὶ ὁδῷ, πομπῇ. 164 ἀκάματα: ἀκαμάτως καὶ ἀδιαλείπτως· λέγοι δʼ ἂν ταῦτα ἐν ὑποκρίσει· ἢ οὐ κεκμηκότως. 166 περιέρχομαι. 167 δάκρυσι διάβροχος τοῖς δάκρυσιν. ἀτελείωτον. 169 ὧν τʼ ἔπαθεν ὧν τʼ ἐδάη: ὧν ἔπαθεν παρʼ ἐμοῦ εὐεργεσιῶν (διέσῳσε γὰρ αὐτόν, ὧν δὲ ἐδάη ὅτι συνεχεῖς ἔπεμπεν ἀγγέλους δηλοῦσα τὰ κατʼ Αἴγισθον. 176 ᾧ τὸν ὑπεραλγῆ χόλον: ᾧτινι, τῷ Διί, τὸν ὑπεραλγοῦντα χόλον τοῖς πεπραγμένοις νέμουσα μήτε ὑπερβολῇ χρῶ τοῖς λυπηροῖς καὶ δεινοῖς μήτε ἐπιλάθου αὐτῶν ἀλλὰ μέμνησο μὲν αὐτῶν γενναίως δὲ φέρε· ἢ μήτε ὑπὲρ τὸ δέον ἔχθαιρε μήτε ἐπιλανθάνου τῆς ἔχθρας. ἄγαν ὀδυνηρόν, λυπηρόν. 179 χρόνος γὰρ εὐμαρής: ὁ γὰρ χρόνος εὐμαρῶς παρέρχεται, ἐνίοτε δὲ οὔ· μετʼ ὀλίγον ἀνυομένου τοῦ χρόνου ἥξει Ὀρέστης· ἢ εὐχερής ἐστιν ὁ χρόνος ὥστε μετελθεῖν τοὺς ἀδίκους. 180 Φωκικήν· Κρίσα γὰρ πόλις Φωκίδος. 181 βοῶν θρεπτικήν.