Ancient Greek
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 182
Not analysed yet
182 ἀπερίτροπος: ἀνεπίστροφος, ἀνεπέλευστος ἔνθεν καὶ τὸ περιτροπέων ἐνιαυτός· ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ ἀπερίτροπος, οὔτε Ὀρέστης ἀπερίτροπος, ὅς ἐν τῇ Φωκίδι τρέφεται, οὔτε ὁ κάτω θεὸς ἀλλὰ καὶ ὑπὸ Ὀρέστου τιμωρηθήσονται καὶ ἀπὸ τῶν χθονίων θεῶν ἔσεσθαι τὴν τιμωρίαν τοῦ ἀδίκως ἀνῃρημένου προσδόκα· τινὲς δὲ τὸ ἀπερίτροπος ἐπὶ μὲν Ὀρέστου ἀνεπέλευστος ἐπὶ δὲ τοῦ Πλούτωνος ἀνεπίστροφος τοῦ τοὺς ἐχθροὺς μετελθεῖν· πολλάκις γὰρ τὸ κατὰ κοινοῦ λαμβανόμενον διαφόρως νοεῖται· καὶ Ὅμηρος ἔνθʼ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω τὸ ἑλέτην κατὰ κοινοῦ ἐστιν ἀλλʼ ἐπὶ μὲν τοῦ δίφρου ἀντὶ τοῦ ἔλαβον ἐπὶ δὲ τῶν ἀνδρῶν ἀντὶ τοῦ ἐφόνευσαν.