Ancient Greek · ~7 min
153 to 172
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 153-172
Not analysed yet
153 ἐκτέταμαι φοβερὰν φρένα: ἐκπέπληγμαι, φοβερὰν δὲ τὴν περίφοβον· καὶ Ἀλκαῖος ἐλάφω δὲ βρόμος ἐν στήθεσσι φύει φοβερὸς ἀντὶ τοῦ περίφοβος. δείματι ἀντὶ τοῦ παλλόμενος φόβῳ, ἀγωνιῶν. γράφε πολλῷ. 154 ἰήιε Δάλιε ἐν τῷ μεταξὺ τοῦτο. 155 ἀμφὶ σοὶ ἀζόμενος τοῦτο τοῖς πρὸ αὐτοῦ συναπτέον, ἀγωνιῶν τὴν φρένα ἐπὶ τοῖς ἀπὸ σοῦ χρησμοῖς. σεβόμενος τὰ ἀπὸ σοῦ εἰρημένα. ἢ ἢ νεωστί. 156 ἢ περιτελλομέναις ὥραις: εἰς τὸν ἑξῆς χρόνον προιούσης τῆς ὥρας· ὁ δὲ νοῦς, τί μοι ἢ νῦν ἢ μετὰ χρόνον ἀνύσεις; 157 ἐκπράξεις. 158 Ἐλπίδος, ἄμβροτε Φάμα: καλῶς παρʼ ὅσον ἐν ἐλπίδι τινὶ γενόμενοι οἱ ἄνθρωποι οὕτω φημίζουσι πρὸς τὸ λόγιον ἢ παρʼ ὅσον ὑπὸ ἐλπίδος καὶ χρησμοὺς αἰτοῦσιν ἀπὸ θεῶν. 159 πρῶτα γράφε πρώταν γε. θύγατερ μεταβαίνει λοιπὸν εἰς τὸ ἐπικαλεῖσθαί τινας τῶν θεῶν. 160 γαιάοχόν τʼ ἀδελφεάν: ἐπειδὴ ἡ αὐτή ἐστι τῇ Ἑκάτῃ, ἡ δὲ θεὸς αὕτη ἐν ταῖς ἀγοραῖς εἱλεῖται· γαιάοχον δὲ ἀντὶ τὴν πολιοῦχον ὥστε τὴν γῆν ἀντὶ τῆς πόλεως εἴληφεν. 161 Εὔκλεια Ἄρτεμις οὕτω παρὰ Βοιωτοῖς τιμᾶται. 162 καὶ Φοῖβον ἑκαβόλον: τάχα μὲν διὰ τὸ ἐπὶ λοιμῷ τὴν εὐχὴν γενέσθαι ὧν αἴτιος εἶναι δοκεῖ τάχα δὲ διὰ τὴν μαντείαν. 164 εἴ ποτε καὶ προτέρας: τὸ ἠνύσατε ἀντὶ τοῦ ἐφθείρατε. καὶ Ὅμηρος ἧ θήν σ᾿ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας· ἐκτοπίαν δὲ ἀντὶ τοῦ ξένην καὶ ἀλλόκοτον· ἢ ἠνύσατε αὐτὴν ἐκτοπίαν γενέσθαι ὅ ἐστιν ἐκτὸς καὶ ἀπὸ τῶν τόπων τῆς πόλεως. τῆς ἀπὸ τῆς Σφιγγός. 166 ἐφθείρατε. ξένην. φλόγα περιφραστικῶς τὴν πημονὴν τὴν διάπυρον. 169 πρόπας ἡ πᾶσα δύναμις. 170 οὐδʼ ἔνι φροντίδος ἔγχος. ἀλληγορικῶς ἡ βοήθεια παρὰ τὸ ἔχεσθαι οἷον οὐκ ἔνεστι τῷ νῷ τῆς φροντίδος ἔγχος, τοῦτο δὲ οἷον τὸ διὰ τῆς βουλῆς καὶ προμηθείας γινόμενον ἀλέξημα καὶ ἀμυντήριον. 172 ἔκγονα κλυτᾶς χθονός: ἢ τὰ δένδρα ἢ τοὺς παῖδάς φησιν.