Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 173-2
Not analysed yet
173 αἵ τε γυναῖκες τῶν καμάτων ἐν τοῖς τόκοις οὐκ ἀνέχουσιν τουτέστιν οὐ περιγίνονται τῶν πόνων· τὸ δὲ ἀνέχουσιν ἤτοι ἐλευθεροῦνται καὶ ἄνω ἑαυτὰς ἔχουσιν ἐκ μεταφορᾶς τῶν ἄνω νευόντων μόγις ἐν τῷ νήχεσθαι· ἰηίων δὲ ἤτοι τῶν μετʼ εὐχῆς γινομένων ἢ τῶν λοιμικῶν· ἰήιος γὰρ ὁ Ἀπόλλων εἰς ὃν ἡ ἁγνεία τῶν λοιμῶν ἀναφέρεται· ἢ ὅτι ἐπίφθεγμα κοινόν ἐστι καὶ Ἀρτέμιδος, αἱ δὲ γυναῖκες ἐν ταῖς ἀνάγκαις τὰς τοιαύτας ἀφιᾶσι φωνάς· οἱ δὲ ἀκούουσι τῶν θρηνητικῶν.