Ancient Greek · ~2 min
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 155-2
Not analysed yet
155 ἀλλʼ ὅδε γὰρ δὴ βασιλεύς: ἄριστα καὶ μεγαλοφρόνως διεσκεύασται αὐτῷ ὁ χορός· ἕτερος γὰρ ἂν ταῦτα πρῶτον εἰσήγαγεν, ὅτι ἡμεῖς συνήχθημεν ὑπὸ Κρέοντος· χάριεν δὲ τὸ πρῶτον μὲν εὐχὴν αὐτοὺς ποιήσασθαι ἑξῆς δὲ δηλῶσαι ὑπὸ τίνος συνηθροίσθησαν· παρατήρει δὲ ὅτι πάντῃ ἐπιμελῶς διαγίνεται δηλῶν ἡμῖν τὰ πράγματα ὁ ποιητὴς ὥστε ἐσπάρθαι μὲν αὐτὰ καὶ παρακεῖσθαι ἑτέροις προσώποις πάντα δὲ δηλοῦσθαι· καὶ τὸ τοῦ βασιλέως ὄνομα εὐθὺς παρατήρει Κρέων ὁ Μενοικέως καὶ τὸ νεοχμὸς δὲ οὐκ ἔστιν ἀργόν.