Ancient Greek · ~3 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 172
Not analysed yet
172 ἦ ῥά σε Ταυροπόλα: ὁ χορὸς οὐδέπω πεπιστευκὼς ὅτι Αἴας τὰ τεθρυλημένα διεπράξατο ἀλλʼ οἰόμενος ἔκ τινος ὀργῆς θεῶν ταύτην τὴν φήμην γεγενῆσθαι ποιεἴται πρὸς τὴν φήμην τὸν λόγον· Ταυροπόλα δὲ ἢ ὅτι ἐν Ταύροις τῆς Σκυθίας τιμᾶται ἢ ἀπὸ μέρους τῶν ποιμνίων ἡ προστάτις ἢ ὅτι ἡ αὐτὴ τῇ σελήνῃ ἐστὶ καὶ ἐποχεῖται ταύροις ἥν καὶ ταυρωπὸν ὀνομάζουσιν. τὸ ἑξῆς, ἡ ῥά σε Ταυροπόλα ὥρμησεν ἐπὶ βοῦς ἀγελαίας· τοὺς πολλοὺς γὰρ τῶν μαινομένων ἐκ σελήνης νοσεῖν ὑποτίθενται διὰ τὸ τῶν νυκτερινῶν δεσπόζειν φασμάτων. ἄλλως: τὴν μὲν ἀναίρεσιν τῶν ποιμνίων ὁ χορὸς πιστεύει ὑπὸ Αἴαντος γενέσθαι οὐκ ἐξ ἰδίας δὲ προνοίας.