Ancient Greek · ~2 min
156 to 163
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 156-163
Not analysed yet
156 νεοχμός. νέος, νεωστὶ κατασταθεὶς εἰς τὴν ἀρχὴν καὶ τυραννίδα· τὸ δὲ ἑξῆς, ἀλλʼ ἰδοὺ γὰρ Κρέων ὁ νεωστὶ καινὸς βασιλεὺς τῆς χώρας γενόμενος τῇ προσφάτῳ παρὰ θεῶν αὐτῷ δεδομένῃ ἐπιτυχίᾳ τοῦτο κατορθώσας. 157 συναντήσεσιν. 158 ἐν ἑαυτῷ κινῶν καὶ μεριμνῶν· ἐκ μεταφορᾶς τῶν ἐρεσσόντων. 159 σύγκλητον: σύγκλητον λέσχην τὴν συγκληθεῖσαν ἐξαίφνης ὁμιλίαν ἐπειδήπερ μεταπεμψάμενος τοὺς ἐντίμους εἰς ἐκκλησίαν συνήγαγεν. 161 προὔθετο ἀντὶ ὁμιλίαν συνεκρότησεν. 162 μεταστειλάμενος. 163 πολλῷ τροπικῶς ὡς ἐπὶ νεώς.