Ancient Greek · ~2 min
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 164
Not analysed yet
164 ὑμᾶς δʼ ἐγὼ πομποῖσιν: διὰ τῶν πομπῶν ὑμᾶς μετεκαλεσάμην χωρὶς ἀπάντων, ἐξαιρέτως πρὸς ὑμᾶς μόνον ἀπεστάλη· ὁ δὲ λόγος ἐστὶ μὲν καὶ σημαντικὸς τοῦ πράγματος ἐστὶ δὲ καὶ τεχνικός· ἐγκωμιάζει γὰρ πρῶτον αὐτούς, ἀναγκαῖον δὲ τῷ παριόντι πρῶτον ἐπὶ πολιτικὴν ἀρχὴν εὔνους ἑαυτῷ καταστῆσαι τοὺς ὑπηκόους· μετεπεμψάμην οὖν, φησίν, ὑμᾶς εἰδὼς ὅτι ἄνωθεν πρὸς Λάιον καὶ Οἰδίποδα εὐνοῖκῶς εἴχετε, ὡς δήπου καὶ πρὸς αὐτὸν τοιούτων φανησομένων· δηλοῖ δὲ διὰ τούτων καὶ τὴν ἡλικίαν τῶν κατὰ τὸν χορὸν γερόντων καὶ ἔτι ἄνωθεν ἀπὸ Λαΐου ὄντας ἐν πολιτείᾳ.