Ancient Greek
165 to 231
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 165-231
Not analysed yet
165 τοῦτο μέν: πρῶτον μέν. 167 τοῦτο: δεύτερον δέ. 174 κατʼ ἀγχιστεῖα: οὐδετέρως κατʼ οἰκειότητα, κατὰ συγγένειαν. 175 γνώμη. οἱ μὲν Χίλωνι ἀνατιθέασι τὴν γνώμην οἱ δὲ Bίαντι ὅτι ἀρχὴ ἄνδρα δείκνυσι. 179 δέον γὰρ καὶ ἀρίστων βουλευμάτων ἅπτεσθαι καὶ παρρησιάζεσθαι ἐν αὐτοῖς μὴ ἀποδειλιῶντα. 181 καὶ πρὶν ἄρξω καὶ νῦν ὅτε ἐπὶ τὴν ἀρχὴν ἐλήλυθα. 187 οὐκ ἂν κτησαίμην φίλον τῆς ἐμῆς πόλεως δυσμενῆ· τοῦτο δὲ εἰς Πολυνείκην συντείνει. πόλεως. 189 ἡ πόλις δηλονότι. 190 πορευόμενοι. ἀπὸ τῶν νεῶν ἡ μεταφορά. 192 ἀδελφά: ἴσα, ὅμοια· μέλλων δὲ περὶ ἀπεχθοῦς κηρύγματος λέγειν μακροτέρῳ χρῆται τῷ λόγῳ· καὶ πρῶτον μὲν ἐγκωμιάζει τὸν Ἐτεοκλέα ὕστερον δὲ ἐλέγχει τὸν Πολυνείκη καὶ δείκνυσιν αὐτὸν μίσους ἄξιον καὶ τῆς τοιαύτης τιμωρίας. 195 χε (ρί). 200 φυγὰς ἀπο φυγῆς κατελθών. 202 κοινοῦ: ἀντὶ τοῦ ἐμφυλίου· ἢ τοῦ ἀδελφικοῦ αἵματος· παροξυντικὰ δὲ λίαν ταῦτα τῶν ἀκουόντων. 206 ἐδεστόν: βρωτόν. 210 ἔκ γ᾿ γράφε ἐξ ἐμοῦ. 212 λείπει τὸ μὴ θάπτειν ἢ θάπτειν. 213 ἀντὶ τοῦ ἔξεστί σοι ὅπως θέλεις νομοθετεῖν. 215 σκοποί: φύλακες· ἀντὶ τοῦ μελέτω ὑμῖν ἡ φυλακὴ τῶν εἰρημένων. 216 τοῦτο: τὸ φορτίον· τὸ δὲ πρόθες ἀντὶ τοῦ πρόσθες· χρῶνται γὰρ τῇ πρὸ ἀντὶ τῆς πρός. 219 λείπει ἡ διά, διὰ τὸ μὴ ἐπιτρέπειν μηδὲ συγχωρεῖν τοῖς ἀπειθοῦσιν· ἔλεγον δὲ καὶ τὴν πειθὼ πίστιν. 221 ὁ μισθός γ᾿ ὁ θάνατος δηλονότι. 222 ἄνδρας τὸ κέρδος: ἕνεκα κέρδους ἔνιοι καὶ τοῦ θανάτου καταπεφρονήκασιν· οἷον ὑπʼ ἐλπίδων τοῦ διαφυγεῖν καὶ τοῖς ἐπικινδύνοις ἔργοις ἐπιχειροῦσιν· οὐ γὰρ προσεδόκα τινὰ τῶν οἰκείων τοῦτο ποιήσειν· θήλειαι γὰρ ἦσαν. 223 ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο: οὐ τοῦτο λέγω, ὅτι μετὰ σπουδῆς ἀσθμαίνων πρὸς σὲ πεπόρευμαι· πολλάκις γὰρ ἐπιστὰς ἐλογισάμην πότερον ἔλθω πρὸς σὲ ἢ μή. 225 ἐνστάσεις. 226 ὑποστροφήν. 228 ταῦτα ἡ ψυχή μου παρῄνει. ἀντὶ τοῦ οὗπερ. 230 οὐκ οὐ τιμωρηθήσῃ; 231 γράφε ταχύς, καίτοι ταχὺς ὢν βραδέως ἤνυον τὴν ὁδόν.