Ancient Greek
173 to 178
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 173-178
Not analysed yet
173 ὦ μεγάλα διὰ μέσου ἡ ἀναφώνησις, ὦ θαυμαστὴ φήμη ἥτις ἐγέννησάς μοι ταύτην τὴν αἰσχύνην· κακὴ γάρ, φησιν, ὑπῆρξε περὶ τοῦ Αἴαντος. 175 πανδήμους ἢ τὰς παντὸς τοῦ δήμου ἢ τὰς συνηγμένας. 176 ἢ πού τινος νίκας: οἴονται ἐκ τούτων αὐτὸν ἐμμανῆ εἶναι· ἆρα οὖν, φησί, χαριζομένη σοι τὸ νικᾶν καρπὸν καὶ ἀπαρχὰς οὐκ ἐδέξατο τῆς νίκης ἢ ἀπὸ κυνηγεσίων δῶρα οὐ λαβοῦσα ὡς καὶ Ὅμηρὸς ἐπιλελησμένους τινάς φησι καὶ δίκην παρέχοντας τῆς λήθης. ἢ διὰ χάριν τινὸς νίκης· ἀκάρπωτον δὲ ἧς καὶ καρποὺς οὐκ ἐδέξατο. 178 εἴτʼ ἀπὸ κοινοῦ τὸ ψευσθεῖσα.