Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 179
Not analysed yet
179 ἢ χαλκοθώραξ ἢ τινʼ νυάλιος: διαστέλλει τὸν Ἀρεα ἀπὸ τοῦ Ἐνυαλίου ὡς ἕτερον δαίμονα ὑπουργὸν τοῦ μείζονος θεοῦ καὶ δῆλον ἐκ τῶν συνδέσμων· δηλοῦται γὰρ ὁ Ἄρης ἐκ τοῦ χαλκοθώραξ, ἢ καὶ ὁ Ἄρης μεμφόμενός σοι ὡς ἀπαρχὰς δορὸς οὐ λαβὼν ἐτίσατό σε τῆς λώβης, τῆς εἰς αὐτὸν γενομένης λήθης, ἐτίσατο δὲ ἐννυχίοις μηχαναῖς ἐπὶ σοῦ ταύτης τῆς νυκτός· πιθανῶς δὲ πλείονας αἰτίας τιθέασιν ἀποροῦντες· οἱ γὰρ στοχαζόμενοι οὐ καθʼ ἓν ἵστανται.