Ancient Greek · ~7 min
175 to 194
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 175-194
Not analysed yet
175 ἄλλον δʼ ἂν ἄλλῳ: ἄλλον ἐπʼ ἄλλῳ ἴδοις ἀποθνήσκοντα, ὡς ὄρνιθες ἐν τῇ πτήσει ἄλλος ἐπʼ ἄλλῳ πέτεται· τὸ δὲ κρεῖσσον ἀμαιμακέτου πυρὸς ἢ οἷον ὀξυτέρους πυρὸς εἰς τὸ σπεύδειν εἰς Ἅιδου ἢ οὕτω, κρεῖσσον πυρὸς ὡς μὴ καταλαμβάνειν τὸ πῦρ τὸ τῶν ἀποθνησκόντων πλῆθος καὶ καίειν· καὶ γὰρ ὑπερβολὴ καὶ ἐπίτασις τοῦ πάθους. 178 ἑσπέρου θεοῦ: τοῦ Ἅιδου φησί. 180 νηλέα δʼ ἁ γενέθλα: νηλέα τὰ μὴ τυχόντα ἐλέους, τὸ αὐτὸ δέ ἐστι τῷ ἀνοίκτως· οὐκ ἠλέουν δὲ ἀλλήλους ἴσως ὑπὸ τῆς συνηθείας τοῦ κακοῦ ἢ ὑπὸ φόβου καὶ προσδοκίας τῶν ὁμοίων. 183 ἐκ τούτου δῆλον ὅτι καὶ τέλειοι ἀπέθνησκον. 184 ἀκτὰν παραβώμιον; ἀντὶ τοῦ παραχώριον, ὅπου οἱ βωμοὶ τῶν ναῶν εἰσιν. 186 ἱκέτιδες. 187 παιὼν δὲ λάμπει: ἀντὶ ἀκμάζει, λαμπρῶς τῇ φωνῇ λέγεται πρὸς ἀποτροπὴν τῶν κακῶν· ὅμαυλος δὲ ἀντὶ ὁμόθρους, ὁμόφωνος· τοῦτο δὲ ὅμοιόν ἐστι τῷ ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. 188 ὧν ὕπερ, χρυσέα θύγατερ: πρὸς τὴν φήμην πάλιν φησὶ τῆς μαντείας· ἐλπίζουσι γὰρ ἐπί τινι ἀγαθῷ τὸ μάντευμα ἀποβῆναι· χρυσέα δὲ ὅ ἐστι τιμία· φασὶ γὰρ οὕτω τιμᾶσθαι Χρυσῆν. 190 Ἄρεά τε τὸν μαλερόν: ἀντὶ τὸν καταμαραίνοντα (τάττει δὲ τοῦτο ἐπὶ τοῦ λοιμοῦ), τὸν δίκην ἀναιροῦντα πολέμου· ἀπὸ κοινοῦ δὲ τὸ πέμψον. ὃς νῦν ἄχαλκος ἀσπίδων: οὐ χρώμενος ὅπλοις φλέγει ἡμᾶς· περιβόητος δὲ περὶ ὃν ἕκαστος βοᾷ ἢ μετὰ βοῆς καὶ οἰμωγῆς ἐπιών· ὡς ἐπὶ πολέμου πάλιν, 193 πάτρας |ἔπουρον: ἤτοι ἐπʼ οὖρον ὅ ἐστιν εἰς ἄνεμον· Ὅμηρος εἰς ὅρος ἢ εἰς κῦμα· ἢ ἄπουρον ἀπὸ τῶν ὅρων τῆς πόλεως· νωτίσαι δὲ ἀπελάσαι ἀπὸ μεταφορᾶς τῶν τὰ νῶτα διδόντων ἐν ταῖς φυγαῖς· ἢ οὕτω, πέμψον ἀλκὴν ὥστε παλινόρμητον αὐτὸν γενέσθαι τὰ νῶτα δόντα τῇ πόλει. 194 θάλαμον ἢ κατὰ τοῦ βυθοῦ (τοῦτο γάρ ἐστι θάλαμος Ἀμφιτρίτης) ἤγουν ἔνθα αἱ συμπληγάδες πέτραι εἰσίν.