Ancient Greek
180 to 189
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 180-189
Not analysed yet
180 τοῦτο πρὸς τὸν Αἴαντα, οὐ πρὸς τὴν φήμην λέγει. 183 οὔ ποτε γὰρ φρενόθεν: οὐ γὰρ ἐπὶ τοσοῦτον ἄφρων εἶ ὡς ἄνευ αἰτίας θεῶν ἐμπεσεῖν τοῖς ποιμνίοις· ἀριστερὰ δὲ τὰ μωρὰ οἱ παλαιοὶ ἐκάλουν, δεξιὰ δὲ τὰ συνετά. 186 ἔοικε γὰρ εἶναι θεία νόσος, θεία δὲ ἡ ἐκ θεοῦ κατασκήψασα εἰς αὐτόν· τὴν δὲ νόσον αὐτοῦ φήμην Ἀργείων ὠνόμασεν. 188 πειθόμενοι ἢ ὑποβλήτως λέγοντες ἢ ἰδιοποιησάμενοι· εἰ δὲ οὐκ ἔστιν ἀληθῆ ταῦτα ἀλλὰ πεπλασμένα ὑπὸ τοῦ βασιλέως ἢ Ὀδυσσέως. 189 ὑποσπείρουσι.